Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.86.3 | Hdt. 1.86.6 (English) | >>Hdt. 1.88.1 |
1.86.5 λιπαρεόντων δὲ αὐτῶν καὶ ὄχλον παρεχόντων , ἔλεγε δὴ ὡς ἦλθε ἀρχὴν ὁ Σόλων ἐὼν Ἀθηναῖος , καὶ θεησάμενος πάντα τὸν ἑωυτοῦ ὄλβον ἀποφλαυρίσειε οἷα δὴ εἴπας , ὥς τε αὐτῷ πάντα ἀποβεβήκοι τῇ περ ἐκεῖνος εἶπε , οὐδέν τι μᾶλλον ἐς ἑωυτὸν λέγων ἢ οὐκ ἐς ἅπαν τὸ ἀνθρώπινον καὶ μάλιστα τοὺς παρὰ σφίσι αὐτοῖσι ὀλβίους δοκέοντας εἶναι . τὸν μὲν Κροῖσον ταῦτα ἀπηγέεσθαι , τῆς δὲ πυρῆς ἤδη ἁμμένης καίεσθαι τὰ περιέσχατα .
1.86.6 καὶ τὸν Κῦρον ἀκούσαντα τῶν ἑρμηνέων τὰ Κροῖσος εἶπε , μεταγνόντα τε καὶ ἐννώσαντα ὅτι καὶ αὐτὸς ἄνθρωπος ἐὼν ἄλλον ἄνθρωπον , γενόμενον ἑωυτοῦ εὐδαιμονίῃ οὐκ ἐλάσσω , ζῶντα πυρὶ διδοίη , πρός τε τούτοισι δείσαντα τὴν τίσιν καὶ ἐπιλεξάμενον ὡς οὐδὲν εἴη τῶν ἐν ἀνθρώποισι ἀσφαλέως ἔχον , κελεύειν σβεννύναι τὴν ταχίστην τὸ καιόμενον πῦρ note καὶ καταβιβάζειν Κροῖσόν τε καὶ τοὺς μετὰ Κροίσου . καὶ τοὺς πειρωμένους οὐ δύνασθαι ἔτι τοῦ πυρὸς ἐπικρατῆσαι .
ch. 87
1.87.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.86.3 | Hdt. 1.86.6 (English) | >>Hdt. 1.88.1 |